Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.187 Joseph. AJ 10.192 (English) >>Joseph. AJ 10.195

10.190

Δόξαν δὲ Δανιήλῳ μετὰ τῶν συγγενῶν σκληραγωγεῖν ἑαυτὸν καὶ τῶν ἀπὸ τῆς βασιλικῆς τραπέζης ἐδεσμάτων ἀπέχεσθαι καὶ καθόλου πάντων τῶν ἐμψύχων, προσελθὼν Ἀσχάνῃ τῷ τὴν ἐπιμέλειαν αὐτῶν ἐμπεπιστευμένῳ εὐνούχῳ τὰ μὲν παρὰ τοῦ βασιλέως αὐτοῖς κομιζόμενα παρεκάλεσεν αὐτὸν ἀναλίσκειν λαμβάνοντα, παρέχειν δʼ αὐτοῖς ὄσπρια καὶ φοίνικας εἰς διατροφὴν καὶ εἴ τι τῶν ἀψύχων ἕτερον βούλοιτο· πρὸς γὰρ τὴν τοιαύτην δίαιταν αὐτοὺς κεκινῆσθαι, τῆς δʼ ἑτέρας περιφρονεῖν. 10.191 δʼ εἶναι μὲν ἕτοιμος ἔλεγεν ὑπηρετεῖν αὐτῶν τῇ προαιρέσει, ὑφορᾶσθαι δέ, μὴ κατάδηλοι τῷ βασιλεῖ γενηθέντες ἐκ τῆς τῶν σωμάτων ἰσχνότητος καὶ τῆς τροπῆς τῶν χαρακτήρων, συμμεταβάλλειν γὰρ αὐτοῖς ἀνάγκη τὰ σώματα καὶ τὰς χρόας ἅμα τῇ διαίτῃ, καὶ μάλιστα τῶν ἄλλων παίδων εὐπαθούντων ἐλεγχθέντες αἴτιοι κινδύνου καὶ τιμωρίας αὐτῷ καταστῶσιν. 10.192ἔχοντα τοίνυν πρὸς τοῦτʼ εὐλαβῶς τὸν Ἀσχάνην πείθουσιν ἐπὶ δέκα ἡμέρας ταῦτα παρασχεῖν αὐτοῖς πείρας ἕνεκα καὶ μὴ μεταβαλούσης μὲν αὐτοῖς τῆς τῶν σωμάτων ἕξεως ἐπιμένειν τοῖς αὐτοῖς, ὡς οὐδὲν ἔτι εἰς αὐτὴν βλαβησομένων, εἰ δὲ μειωθέντας ἴδοι καὶ κάκιον τῶν ἄλλων ἔχοντας, ἐπὶ τὴν προτέραν αὐτοὺς δίαιταν ἄγειν. 10.193ὡς δὲ οὐ μόνον οὐδὲν αὐτοὺς ἐλύπει τὴν τροφὴν ἐκείνην προσφερομένους, ἀλλὰ καὶ τῶν ἄλλων εὐτραφέστεροι τὰ σώματα καὶ μείζονες ἐγίνοντο, ὡς τοὺς μὲν ἐνδεεστέρους ὑπολαμβάνειν οἷς τὴν βασιλικὴν συνέβαινεν εἶναι χορηγίαν, τοὺς δὲ μετὰ τοῦ Δανιήλου δοκεῖν ἐν ἀφθονίᾳ καὶ τρυφῇ τῇ πάσῃ βιοῦν, ἔκτοτε μετʼ ἀδείας Ἀσχάνης μὲν ἀπὸ τοῦ δείπνου καθʼ ἡμέραν συνήθως ἔπεμπε τοῖς παισὶν βασιλεὺς αὐτὸς ἐλάμβανεν, ἐχορήγει δʼ αὐτοῖς τὰ προειρημένα.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.187 Joseph. AJ 10.192 (English) >>Joseph. AJ 10.195

Powered by PhiloLogic